Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.256 Joseph. AJ 1.260 (English) >>Joseph. AJ 1.264

1.258τίκτεται δʼ αὐτῷ μετʼ ὀλίγον κατὰ πρόρρησιν τοῦ θεοῦ δίδυμα παιδία, ὧν τὸ μὲν πρεσβύτερον ἀπὸ κεφαλῆς ἐπὶ τοὺς πόδας περισσῶς ἦν δασύ, τὸ δὲ νεώτερον εἴχετο προϊόντος αὐτοῦ κατὰ πτέρναν. ἠγάπα δὲ μὲν πατὴρ τὸν πρεσβύτερον Ἠσαῦ λεγόμενον κατʼ ἐπωνυμίαν τῆς τριχώσεως· Ἑβραῖοι γὰρ τὸ ἤσαυρον τρίχωμα λέγουσιν· Ἰάκωβος δὲ νεώτερος τῇ μητρὶ προσφιλὴς ἦν. 1.259

Λιμοῦ δὲ τὴν γῆν καταλαβόντος Ἴσακος, δόξαν αὐτῷ χωρεῖν εἰς Αἴγυπτον τῆς χώρας ἀγαθῆς ὑπαρχούσης, ἐπὶ Γεράρων ἀπῄει τοῦ θεοῦ κελεύσαντος. ὑποδέχεται δʼ αὐτὸν βασιλεὺς Ἀβιμέλεχος κατὰ ξενίαν καὶ φιλίαν τὴν Ἁβράμου καὶ πολλῇ πάνυ πρὸς αὐτὸν εὐνοίᾳ χρησάμενος κατʼ ἀρχὰς ἐπὶ ταύτης ὑπὸ φθόνου μεῖναι πρὸς τὸ πᾶν ἐκωλύθη. 1.260ὁρῶν γὰρ τὸν θεὸν τῷ Ἰσάκῳ συμπαρόντα καὶ τοσαύτῃ περὶ αὐτὸν σπουδῇ χρώμενον ἀπώσατο αὐτόν. δὲ τοιούτου πάλιν ἐκ μεταβολῆς τῆς ἀπὸ τοῦ βασκάνου πειραθεὶς Ἀβιμελέχου τότε μὲν ἀνεχώρησεν εἰς τὴν λεγομένην Φάραγγα χωρίον οὐ μακρὰν Γεράρων, ὀρύσσοντι δʼ αὐτῷ φρέαρ ποιμένες ἐπιπεσόντες εἰς μάχην ἐχώρησαν κωλύοντες τὸ ἔργον, καὶ μὴ βουληθέντος φιλονικεῖν ἔδοξαν κεκρατηκέναι. 1.261ὑποχωρήσας δὲ ὤρυσσεν ἕτερον, καὶ βιασαμένων ἄλλων τινῶν Ἀβιμελέχου ποιμένων καὶ τοῦτο καταλιπὼν ἀπεχώρησεν εὐγνώμονι λογισμῷ κτώμενος αὑτῷ τὴν ἄδειαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.256 Joseph. AJ 1.260 (English) >>Joseph. AJ 1.264

Powered by PhiloLogic